Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.155 Dem. 19.158 (English) >>Dem. 19.161

19.157 δὲ τούτοις ἀντιλέγων φανερῶς καὶ ἅπασιν ἐναντιούμενος οἷς ἔλεγον μὲν ἐγώ, ἐψήφιστο δʼ ὑφʼ ὑμῶν, οὗτος ἦν. εἰ δὲ καὶ πᾶσιν ἤρεσκε ταῦτα τοῖς ἄλλοις πρέσβεσιν, αὐτίκʼ εἴσεσθε. ἐγὼ μὲν γὰρ οὐδέν πω λέγω περὶ οὐδενὸς οὐδʼ αἰτιῶμαι, οὐδʼ ἀναγκασθέντʼ αὐτῶν οὐδένα δεῖ δοκεῖν χρηστὸν εἶναι τήμερον, ἀλλὰ διʼ αὑτὸν καὶ τὸ μὴ κεκοινωνηκέναι τῶν ἀδικημάτων. ὅτι μὲν γὰρ αἰσχρὰ καὶ δεινὰ καὶ οὐ προῖκα τὰ πεπραγμένα, πάντες ὑμεῖς ἑοράκατε· οἵτινες δʼ οἱ τούτων μετεσχηκότες, αὐτὸ δηλώσει.

19.158ἀλλὰ νὴ Δίʼ ἐν τούτῳ τῷ χρόνῳ τοὺς ὅρκους ἔλαβον παρὰ τῶν συμμάχων, τἄλλʼ προσῆκεν ἐποίησαν. πολλοῦ γε καὶ δεῖ, ἀλλὰ τρεῖς μῆνας ὅλους ἀποδημήσαντες καὶ χιλίας λαβόντες δραχμὰς ἐφόδιον παρʼ ὑμῶν, παρʼ οὐδεμιᾶς πόλεως, οὔθʼ ὅτʼ ἐκεῖσʼ ἐπορεύοντο οὔθʼ ὅτʼ ἐκεῖθεν δεῦρο, τοὺς ὅρκους ἔλαβον, ἀλλʼ ἐν τῷ πανδοκείῳ τῷ πρὸ τοῦ Διοσκορείου (εἴ τις ὑμῶν εἰς Φερὰς ἀφῖκται, οἶδʼ λέγω), ἐνταῦθʼ ἐγίγνονθʼ οἱ ὅρκοι, ὅτε δεῦρʼ ἤδη τὸ στράτευμʼ ἄγων ἐβάδιζε Φίλιππος, αἰσχρῶς, ἄνδρες Ἀθηναῖοι, καὶ ἀναξίως ὑμῶν. 19.159καίτοι τοῦτο Φίλιππος ἁπάντων ἂν ἐτιμήσατο πλείστου τοῦτον τὸν τρόπον πραχθῆναι. τήν τε γὰρ εἰρήνην οὐχὶ δυνηθέντων ὡς ἐπεχείρησαν οὗτοι, “πλὴν Ἁλέων καὶ Φωκέων,” γράψαι, ἀλλʼ ἀναγκασθέντος ὑφʼ ὑμῶν τοῦ Φιλοκράτους ταῦτʼ ἀπαλεῖψαι, γράψαι δʼ ἄντικρυς, “Ἀθηναίους καὶ τοὺς Ἀθηναίων συμμάχους,” οὐκ ἐβούλετο τοῦτον ὀμωμοκέναι τὸν ὅρκον οὐδένα τῶν αὑτοῦ συμμάχων (οὐ γὰρ αὐτῷ συστρατεύσειν ἐφʼ νῦν ἔχει τῶν ὑμετέρων ἔμελλον, ἀλλʼ ἕξειν πρόφασιν τοὺς ὅρκους),



Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 19.155 Dem. 19.158 (English) >>Dem. 19.161

Powered by PhiloLogic